Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.344 Joseph. AJ 6.348 (English) >>Joseph. AJ 6.352

6.346οὗτος οὖν δίκαιος καὶ ἀνδρεῖος καὶ σώφρων ἔμοιγε δοκεῖ μόνος καὶ εἴ τις γέγονε τοιοῦτος γενήσεται τὴν μαρτυρίαν ἐπʼ ἀρετῇ καρποῦσθαι παρὰ πάντων ἄξιος· τοὺς γὰρ μετʼ ἐλπίδων ἐπὶ πόλεμον ἐξελθόντας ὡς καὶ κρατήσοντας καὶ σῶς ἐπιστρέψοντας, ἐπειδάν τι διαπράξωνται λαμπρόν, οὔ μοι δοκοῦσι καλῶς ποιεῖν ἀνδρείους ἀποκαλοῦντες, ὅσοι περὶ τῶν τοιούτων ἐν ταῖς ἱστορίαις καὶ τοῖς ἄλλοις συγγράμμασιν εἰρήκασιν· 6.347ἀλλὰ δίκαιοι μέν εἰσι κἀκεῖνοι τυγχάνειν ἀποδοχῆς, εὔψυχοι δὲ καὶ μεγαλότολμοι καὶ τῶν δεινῶν καταφρονηταὶ μόνοι δικαίως ἂν λέγοιντο πάντες οἱ Σαοῦλον μιμησάμενοι. τὸ μὲν γὰρ οὐκ εἰδότας τί μέλλει συμβήσεσθαι κατὰ τὸν πόλεμον αὐτοῖς μὴ μαλακισθῆναι περὶ αὐτόν, ἀλλʼ ἀδήλῳ τῷ μέλλοντι παραδόντας αὑτοὺς ἐπʼ αὐτοῦ σαλεύειν οὔπω γενναῖον, κἂν ἔργα πολλὰ διαπραξάμενοι τύχωσι· 6.348τὸ δὲ μηδὲν ἐν τῇ διανοίᾳ χρηστὸν προσδοκῶντας, ἀλλὰ προειδότας ὡς δεῖ θανεῖν καὶ τοῦτο παθεῖν μαχομένους εἶτα μὴ φοβηθῆναι μηδὲ καταπλαγῆναι τὸ δεινόν, ἀλλʼ ἐπʼ αὐτὸ χωρῆσαι προγινωσκόμενον, τοῦτʼ ἀνδρείου ἀληθῶς τεκμήριον ἐγὼ κρίνω. 6.349Σαοῦλος τοίνυν τοῦτο ἐποίησεν ἐπιδείξας ὅτι πάντας μὲν προσήκει τῆς μετὰ τὸν θάνατον εὐφημίας γλιχομένους ταῦτα ποιεῖν, ἐξ ὧν ἂν αὑτοῖς ταύτην καταλείποιεν, μάλιστα δὲ τοὺς βασιλέας, ὡς οὐκ ἐξὸν αὐτοῖς διὰ τὸ μέγεθος τῆς ἀρχῆς οὐ μόνον οὐ κακοῖς εἶναι περὶ τοὺς ἀρχομένους, ἀλλʼ οὐδὲ μετρίως χρηστοῖς.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.344 Joseph. AJ 6.348 (English) >>Joseph. AJ 6.352

Powered by PhiloLogic